Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.24 Joseph. AJ 10.29 (English) >>Joseph. AJ 10.33

10.27ἐλεήσας δὲ αὐτὸν θεὸς καὶ τῆς αἰτήσεως ἀποδεξάμενος, ὅτι μὴ διὰ τὸ μέλλειν στέρεσθαι τῶν ἐκ τῆς βασιλείας ἀγαθῶν ὠδύρετο τὴν ὑπονοηθεῖσαν τελευτὴν ἔτι τε χρόνον ζωῆς αὐτῷ δεηθείη παρασχεῖν, ἀλλὰ τοῦ παῖδας αὐτῷ γενέσθαι τοὺς ὑποδεξομένους τὴν ἡγεμονίαν ἐκείνου, πέμψας Ἡσαΐαν τὸν προφήτην ἐκέλευσε δηλοῦν αὐτῷ, ὅτι καὶ διαφεύξεται τὴν νόσον μετὰ τρίτην ἡμέραν καὶ βιώσεται μετʼ αὐτὴν ἔτη πεντεκαίδεκα καὶ παῖδες αὐτῷ γενήσονται. 10.28ταῦτα τοῦ προφήτου φήσαντος κατʼ ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς νόσου καὶ τὸ παράδοξον τῶν ἀπηγγελμένων ἀπιστῶν σημεῖόν τι καὶ τεράστιον ἠξίου ποιῆσαι τὸν Ἡσαΐαν, ἵνα αὐτῷ πιστεύσῃ λέγοντι ταῦτα ἥκοντι παρὰ τοῦ θεοῦ· τὰ γὰρ παράλογα καὶ μείζω τῆς ἐλπίδος τοῖς ὁμοίοις πιστοῦται πράγμασιν. 10.29ἐρωτήσαντος δʼ αὐτὸν τί βούλεται σημεῖον γενέσθαι, τὸν ἥλιον ἠξίωσεν, ἐπειδὴ σκιὰν ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ἤδη πεποίηκεν ἐν τῇ οἰκίᾳ, ἐπὶ τὸν αὐτὸν ἀναστρέψαι τόπον ποιήσας αὐτὴν πάλιν παρασχεῖν. τοῦ δὲ προφήτου τὸν θεὸν παρακαλέσαντος, ὥστε τὸ σημεῖον τοῦτʼ ἐπιδεῖξαι τῷ βασιλεῖ, ἰδὼν ὅπερ ἤθελεν εὐθὺς λυθεὶς τῆς νόσου ἄνεισιν εἰς τὸ ἱερὸν καὶ τῷ θεῷ προσκυνήσας εὐχὰς ἐποιήσατο. 10.30

Ἐν τούτῳ δὲ τῷ χρόνῳ συνέβη τὴν τῶν Ἀσσυρίων ἀρχὴν ὑπὸ Μήδων καταλυθῆναι· δηλώσω δὲ περὶ τούτων ἐν ἑτέροις. δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλάδας ὄνομα πέμψας πρὸς τὸν Ἐζεκίαν πρέσβεις δῶρα κομίζοντας σύμμαχόν τε αὐτὸν εἶναι παρεκάλει καὶ φίλον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.24 Joseph. AJ 10.29 (English) >>Joseph. AJ 10.33

Powered by PhiloLogic